TLG 1200 003 :: ASCLEPIADES :: Fragmenta

ASCLEPIADES Myth.
(Tragilensis: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 301–306.

  • frr. 1–28
  • frr. 1, 19b, 28 verba Latina

Citation: Fragment — (line)

t1-28

ΤΡΑΓῼΔΟΥΜΕΝΑ.

t1-29

(t)

E LIBRO PRIMO.
1 Probus ad Virgil. Georg. III, 255: Potnia urbs est Boeotiae, ubi Glaucus, Sisyphi filius et Mero‐ pes, ut Asclepiades in Tragodumenon lib. I ait, habuit equas quas assueverat humana carne alere,
5quo cupidius in hostem irruerent et perniciosius. Ipsum autem, quum alimenta defecissent, devo‐ raverunt in ludis funebribus Peliae.301

t1-30

(t)

E LIBRO SECUNDO.
1 Schol. Apoll. Rh. II, 562: Προέηκε πελιάδα: Ὅτι διὰ πελειάδος ἐπείρασαν οἱ Ἀργοναῦται τὰς Συμ‐ πληγάδας, καὶ Ἀσκληπιάδης ἱστορεῖ ἐν δευτέρῳ Τρα‐ γῳδουμένων.

t1-31

Ib. II, 328: Πελειὰς δὲ εἶδος περιστερᾶς, ὡς καὶ Ἀριστοτέλης φησίν. Ὅτι δὲ ἐχρήσαντο περιστερᾷ πλεῖν μέλλοντες, καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις φησίν.

3

Schol. in Hom. Odyss. μ, 69: Τυρὼ ἡ Σαλμω‐ νέως ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα, καὶ ἴσχει παῖδας ἐξ αὐτοῦ τρεῖς, Αἴσονα καὶ Φέρητα καὶ Ἀμυθάονα. Αἴσονος δὲ
5καὶ Πολυμήλας καθ’ Ἡσίοδον γίνεται Ἰάσων, κατὰ δὲ Φερεκύδην ἐξ Ἀλκιμέδης. Τελευτῶν δὲ οὗτος καταλεί‐ πει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχει‐ ρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ υἱῷ παράσχῃ. Ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη δείσασα
10δίδωσιν αὐτὸν τρέφεσθαι Χείρωνι τῷ Κενταύρῳ. Τρα‐ φεὶς δὲ καὶ ἡβήσας ἔρχεται εἰς Ἰωλκὸν ἀπαιτῶν τὴν πατρῴαν ἀρχὴν τὸν Πελίαν. Ὁ δὲ ἔφασκεν χρῆναι αὐ‐ τὸν πρότερον διακομίσαι τὸ χρυσοῦν δέρας ἀπὸ Κόλχων, καὶ τοὺς πυριπνόους ἀνελεῖν ταύρους. Ἀκούσας δὲ ταῦτα
15ὁ Ἰάσων λέγει τῷ Χείρωνι. Καὶ αὐτῷ ὁ Χείρων συν‐ εκπέμπει τοὺς ἠιθέους. Κατασκευάζει δὲ ἡ Ἀθηνᾶ τὴν Ἀργώ. Πλέοντες δὲ ἀφικνοῦνται ἐπὶ τὴν τῶν Βιθυνῶν χώραν. Καὶ ὁρῶσι τὸν Φινέα πηρὸν διὰ ταύτην τὴν αἰτίαν. Ἔχων γὰρ παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου
20καὶ ἐπιγήμας Εὐρυτίαν δίδωσιν αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπήνας λέγει αὐτῷ πότερον βούλεται ἀποθανεῖν ἢ τυφλὸς γενέσθαι. Ὁ δὲ αἱρεῖται μὴ ὁρᾶν τὸν ἥλιον. Ἀγανακτήσας δὲ ὁ Ἥλιος Ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἵτινες εἴποτε μέλ‐
25λοι ἐσθίειν, αὐτοῦ [τὰ βρώματα] διήρπαζον ἐμβάλ‐ λουσαι φθοράν τινα. Καὶ οὕτω Φινεὺς ἐτιμωρεῖτο. Τοῦ‐ τον οὖν τὸν Φινέα θεωρήσαντες οἱ περὶ τὸν Ἰάσονα παρεκάλουν ὑποθέσθαι πῶς δεῖ διαπλεῦσαι τὰς Πλαγ‐ κτὰς λεγομένας πέτρας. Ὁ δὲ εἶπεν, ἐὰν τὰς Ἁρπυίας
30ἀπαλλάξωσι τῆς πρὸς αὐτὸν ὁρμῆς. Θέντες δὲ συνθήκας ἐπαγγέλλονται αὐτῷ τοῦτο δρᾶσαι. Ὁ δὲ λέγει αὐτοῖς, πόσον δύναται ἔχειν τάχος ἡ Ἀργώ; φάντων δὲ πελειά‐ δος, ἐκέλευσεν ἀφεῖναι περιστερὰν κατὰ τὴν συμβολὴν τῶν πετρῶν, κἂν μὲν μεσολαβηθῇ, μὴ πλεῖν, ἐὰν δὲ
35σωθῇ, τότε περαίνειν τὸν πλοῦν. Οἱ δὲ ταῦτα ἀκούσαν‐ τες ποιοῦσι, κατασχεθείσης δὲ τῆς περιστερᾶς διὰ τῆς οὐρᾶς, προσβάλλουσι τῇ Ἀργοῖ δυοῖν **** [Συμ]πλη‐ γάδες πέτραι συνελθοῦσαι τῆς νεὼς συμμύουσιν, αὐτοὶ δὲ σώζονται. Οἱ δὲ Βορειάδαι Ζήτης καὶ Κάλαϊς ἀπο‐
40διώκουσι τὰς Ἁρπυίας ἀπὸ τῶν Φινέως δείπνων. Καὶ οὕτω παραγίνονται εἰς Κόλχους. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.

4

Schol. Apoll. Rhod. II, 178: [Ἀγηνορίδης] Ἀγήνορος γὰρ παῖς ἐστιν (Φινεὺς), ὡς Ἑλλάνικος. Ὡς δὲ Ἡσίοδός φησιν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασ‐ σιεπείας. Ὁμοίως δὲ καὶ Ἀσκληπιάδης καὶ Ἀντίμα‐
5χος καὶ Φερεκύδης φασίν. Ἐκ γὰρ Κασσιεπείας τῆς Ἀράβου Φοίνικι γίνεται Κίλιξ καὶ Φινεὺς καὶ Δό‐ ρυκλος. Ὁ δὲ Ἀτύμνιος κατὰ μὲν ἐπίκλησιν καὶ αὐτὸς τοῦ Φοίνικος, ταῖς δὲ ἀληθείαις τοῦ Διός. Ἔνιοι δὲ αὐτὸν ἐν τῇ Παφλαγονίᾳ βασιλεῦσαι ἱστοροῦσιν [τὸν
10Φινέα], ἥτις ἐστὶ τῆς Ἀσίας, ὥς φησιν Ἑλλάνικος.

5

(t)

E LIBRO TERTIO.
1 Schol. Pindar. Pyth. II, 39: Ἀσκληπιάδης δὲ ἐν τῷ τρίτῳ τῶν Τραγῳδουμένων οὕτω γράφει· «Προσ‐ ιστοροῦσι δὲ ἔνιοι ὡς καὶ μανείη ὁ Ἰξίων, ὡς καὶ Φε‐ ρεκύδης, καὶ τὴν ἐπὶ τοῦ τρόχου δὲ κό‐
5λασιν αὐτῷ παρεγκεχειρήκασι· ὑπὸ γὰρ δίνης καὶ θυέλλης αὐτὸν ἐξαρπασθέντα φθαρῆναί φασιν.»

6

(t)

E LIBRO QUARTO.
1 Harpocratio: Δυσαύλης ... Ἀσκληπιάδης δ’ ἐν δʹ Τραγῳδουμένων τὸν Δυσαύλην αὐτόχθονα εἶναί φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν παῖδας Πρωτονόην τε καὶ Νίσαν (Μίσαν?).

7

(t)

E LIBRO SEXTO.
1 Suidas: Ῥησίαρχος, ὃς ἐρέει τὰ θέσφατα, παρ’ Ἐπιχάρμῳ· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρηκεν, ἢ, ὡς Ἀσκλη‐ πιάδης ἐν ἕκτῳ Τραγῳδουμένων, ἄριστον αὐτὸν γεγο‐
νέναι ἀλήθειαν εἰπεῖν. Ἐγένετο δὲ καὶ ἕτερος.302

8a

Schol. Pindar. Pyth. IV, 313: Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων ἱστορεῖ Ἀπόλλωνος καὶ Καλλιό‐ πης Ὑμέναιον, Ἰάλεμον, Ὀρφέα.

8b

Schol. Apoll. Rh. I, 23: Εἶναι δὲ Ὀρφέα, κατὰ μὲν Ἀσκληπιάδην, Ἀπόλλωνος καὶ Καλλιόπης, κατὰ δὲ ἐνίους Οἰάγρου καὶ Πολυμνίας.

8c

Schol. Vatican. Eurip. Rhes. 892: Καὶ Ἀσκλη‐ πιάδης ἐν τ[ῷ ἕκτῳ Τραγῳδουμένων] πλείους τῆς Καλ‐ λιόπης λέγει παῖδας ἐν τούτ[οις]· «Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεν[νῆσαί φασιν] Λίν[ον] τὸν
5πρεσβύτατον, καὶ τρεῖς μετ’ ἐκεῖνον, Ὑμέναιον, [Ἰά‐ λεμον,] Ὀρφέα· τῷ δὲ νεωτάτῳ τὴν μὲν ἐπιθυμίαν ..... ...ευμάτων ἐμπεσεῖν, καὶ περὶ τὴν μουσικὴν ......... πάντων. Οὐ μὴν τοιοῦτό γε πάθος ......... γενέσθαι.»

t9-28

E LIBRIS INCERTIS.

9

Schol. Pindar. Nem. VII, 62: Ἀσκληπιάδης διὰ τῶν Τραγῳδουμένων φησὶν οὕτως· «Περὶ μὲν οὖν τοῦ θανάτου (sc. τοῦ Νεοπτολέμου) σχεδὸν ἅπαντες οἱ ποιηταὶ συμφωνοῦσι, τελευτῆσαι μὲν
5αὐτὸν ὑπὸ Μαχαιρέως, ταφῆναι δὲ τὸ μὲν πρῶτον ὑπὸ τὸν οὐδὸν τοῦ νεὼ, μετὰ δὲ ταῦτα Μενέλαον ἐλθόντα ἀνελεῖν, καὶ τὸν τάφον ποιῆσαι ἐν τῷ τεμένει.» Τὸν Μαχειρέα φησὶν υἱὸν εἶναι τοῦ Δαίτα.

10

Harpocration: Μελανίππειον. Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις.

11

Schol. Hom. Il. γ, 325: Πορφύριός φησιν ἱστορεῖν τὸν γράψαντα τὰ Τραγῳδούμενα ὅτι ὁ θρέψας τὸν Πά‐ ριν νομεὺς Ἀρχιάλος.

12

Schol. Il. ζʹ, 155: [Βελλεροφόντην.] Οὗτος πρό‐ τερον ἐκαλεῖτο Ἱππόνους· ἀνελὼν δὲ Βέλλερον τὸν Κο‐ ρινθίων δυνάστην Βελλεροφόντης ἐκλήθη. Ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου. Λαβὼν
5δὲ παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πή‐ γασον πτερωτὸν ἵππον (διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκοι ἐκ τοῦ τῆς Γοργόνος τρα‐ χήλου), τούτῳ ἐπωχεῖτο. Δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας,
10φεύγει εἰς Ἄργος. Τυχὼν δὲ καθαρσίων παρὰ Προίτου τοῦ βασιλέως, μετ’ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ τοῦ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδεῖτο ὅπως αὐτῇ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέ‐ λεγεν. Ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν
15ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατειποῦσα, ὡς ἄρα εἴη βεβιασμένη πρὸς αὐτοῦ. Ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἠβουλήθη τὸν Βελλεροφόν‐ την ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθ’ ἑαυτοῦ κομίζοντα
20γράμματα. Ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετόπησε τὴν κατ’ αὐτοῦ στρα‐ τηγηθεῖσαν δεινὴν καταβουλήν· τοσοῦτον γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο. Ἔδωκε δὲ αὐτῷ πρὸς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασι‐
25λείας μοῖράν τινα. Λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφ’ οἷς ἔπραξε θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κα‐ τοπτεῦσαι· τὰ γὰρ νῶτα, ὡς ἔφημεν, πτερωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πη‐ γάσῳ, ὥστε ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατε‐
30νεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπ’ αὐτοῦ καλού‐ μενον Ἀλήιον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν ὑπὸ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις.

13

Schol. Ven. Hom. Il. η, 467: Λήμνιοι τὰς ἐξ ἔθους τῇ Ἀφροδίτῃ θυσίας μὴ ἀποδιδόντες καθ’ αὑτῶν θάνατον ἐνομοθέτησαν. Τὴν γὰρ θεὸν λέγεται ὀργισθεῖσαν τοῖς μὲν ἀνδράσιν ἵμερόν τινα
5τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμε‐ λῆσαι καὶ καθέζεσθαι ἐφ’ ἡσυχίας. Διέβαινον οὖν εἰς τὴν Θρᾴκην περιέποντες καὶ συμμιγνύμενοι ταῖς ἐνταῦθα. Ταῖς δὲ γυναιξὶ τῶν Λημνίων ἔκτοπον λύσσαν ἐμπε‐ σεῖν ὥστε ψηφίσασθαι πάσας ἀνδροκτονεῖν, καὶ μὴ τῆς303
10ἐπιβουλῆς ταύτης ἀποτυχεῖν. Γενομένου δὲ τούτου τοῦ ἀτυχήματος περὶ τοὺς ἄνδρας, λέγεται τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξοκείλαντα τῇ κρατίστῃ πασῶν Ὑψιπύλῃ μιγῆναι· ἐξ ἧς φασὶ γενέσθαι Εὔνηον. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τοῖς Τραγῳδουμένοις.

14

Schol. Hesiod. Theog. 223: Ἀσκληπιάδης δὲ ἐν τοῖς Τραγῳδουμένοις φησὶν, εἰς κύκνον μεταβληθέντα τὸν Δία Νεμέσει μιγῆναι.

15

Schol. Venet. ad Eurip. Orest. 1640: Ὁ δὲ Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν (τὸν Ὀρέστην) ἐκεῖ (ἐν Ἀρκαδίᾳ) τελευτῆσαι.

16

Schol. Eurip. Alc. 1: Ἡ διὰ στόματος καὶ δη‐ μώδης ἱστορία περὶ τῆς Ἀπόλλωνος θητείας παρ’ Ἀδμήτῳ αὕτη ἐστὶν, ᾗ κέχρηται νῦν Εὐριπίδης. Οὕτω δέ φησι καὶ Ἡσίοδος καὶ Ἀσκληπιάδης ἐν Τραγῳδου‐
5μένοις.

17

Apollodor. II, 1, 3, 3: Ἄργον τὸν πανόπτην ... Ἀσκληπιάδης μὲν Ἀρέστορος λέγει, Φερεκύδης δὲ Ἰνάχου, Κέρκωψ δὲ Ἄργου καὶ Ἰσμήνης τῆς Ἀσωποῦ
5θυγατρὸς, Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγει.

18

Idem III, 7, 1: Μίνως δὲ ... γήμας Πασιφάην τὴν Ἡλίου καὶ Περσηίδος, ὡς δ’ Ἀσκληπιάδης φησὶ, Κρήτην τὴν Ἀστερίου θυγατέρα, παῖδας μὲν ἐτέκνωσε Κατρέα κτλ.

19a

Schol. Apoll. Rh. I, 156: Νηλεὺς ἔσχε παῖδας ἐκ μὲν Χλωρίδος Νέστορα, Περικλύμενον, Χρόμιον· ἐκ δὲ διαφόρων γυναικῶν Ταῦρον, Ἀστέριον, Πυλάωνα, Δηΐμαχον, Εὐρύβιον, Ἐπιλέοντα, Φράσιν, Ἀντιμένη,
5[Εὐαγόραν,] ὡς δὲ Ἀσκληπιάδης φησὶ, (καὶ) Ἀλάστορα.

19b

Hyginus Poet. Astron. c. 21, de Hyadibus: Has autem Pherecydes Atheniensis Liberi nutrices esse demonstrat numero septem, quas etiam ante nym‐ phas Dodonidas appellatas. Harum nomina sunt
5haec, Ambrosia, Eudora, Phaesyle, Coronis, Polyxo Phaeo, Thyone. Hae dicuntur a Lycurgo fugatae, et praeter Ambrosiam omnes ad Thetym profugisse,
ut ait Asclepiades.304

20

Schol. Homer. Odyss. λ, 582: Τάνταλος Διὸς καὶ Πλουτοῦς συνδιατρίβων τοῖς θεοῖς καὶ συνεστιώμε‐ νος αὐτοῖς ἀπλήστως διετέθη. Κλέψας γὰρ τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν, οὐκ ἐξὸν αὐτῷ, ἔδωκε τοῖς ὁμήλιξιν.
5Ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία ἐκβαλεῖν αὐτὸν τῆς ἐν οὐρανῷ διαίτης καὶ ἐξαρτῆσαι ἐπ’ ὄρους ὑψηλοῦ ἐκ‐ δεδεμένον τῶν χειρῶν, καὶ τὴν Σίπυλον, ἔνθα ἐκεκήδε‐ στο, ἀνατρέψαι. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ.

21a

Schol. Eurip. Phoen. 45: Ἀσκληπιάδης δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθ’ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός. Λόγιον γὰρ ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν, πρὶν ἂν τοὺς τῆς
5Σφιγγὸς λύσειαν χρησμοὺς, ὁπότε δὲ μὴ συνίοιεν, ἁρ‐ πάζειν αὐτὴν ὅντινα ἂν τῶν πολιτῶν βούλοιτο.

21b

Athenaeus X: Καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν· Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὖ μία φωνὴ,
5καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον, ὅσς’ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται, καὶ ἀν’ αἰθέρα καὶ κατὰ πόντον. Ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

22

Schol. Hom. Od. λ, 269: Γημαμένη (sc. Με‐ γάρα) Ἡρακλεῖ παῖδας ἴσχει Θηριόμαχον καὶ Κρεον‐ τιάδην. Βαδίζοντος δὲ αὐτοῦ εἰς ᾅδου ἐπὶ τὸν τοῦ κυνὸς ἆθλον, Λύκος ὁ τῶν Θηβῶν βασιλεὺς πεισθεὶς Ἥρᾳ
5καταστέφει τοὺς Ἡρακλέους παῖδας ἵνα θύσῃ· οὐ γὰρ αὐτὸν ἐπανήξειν ᾤετο. Παραγενόμενος δὲ Ἡρακλῆς ἀναιρεῖ αὐτὸν καὶ τοὺς ἐκείνου παῖδας. Μανεὶς δὲ διὰ τὴν Ἥραν κτείνει τοὺς ἰδίους. Ἔμελλε δὲ καὶ τὸν ἀδελφὸν Ἰφικλέα, εἰ μὴ ἔφθασεν Ἀθηνᾶ κωλύουσα. Ἡ
10δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.

23

Schol. Homer. Odyss. λ, 326: Ἀμφιάραος ὁ Ἰο‐ κλέους γήμας Ἐριφύλην τὴν Ταλάου καὶ διενεχθεὶς ὑπέρ τινων πρὸς Ἄδραστον,
5καὶ πάλιν διαλυθεὶς ὁρκούμενος ὡμολόγησεν ὑπὲρ ὧν ἂν διαφέρωνται πρὸς ἀλλήλους αὐτός τε καὶ Ἄδραστος ἐπιτρέψειν Ἐριφύλην κρίνειν καὶ πείθεσθαι αὐτῇ. Μετὰ δὲ ταῦτα γινομένης τῆς ἐπὶ Θήβας στρατείας, ὁ μὲν Ἀμφιάραος ἀπέτρεπε τοὺς Ἀργείους καὶ τὸν ἐσόμενον
10ὄλεθρον προεμαντεύετο. Λαβοῦσα δὲ ἡ Ἐριφύλη τὸν ὅρμον παρὰ τοῦ Πολυνείκους τὸν τῆς Ἁρμονίας, προσ‐ έθετο τοῖς περὶ τὸν Ἄδραστον βιαζομένοις τὸν Ἀμφιά‐ ραον [συστρατεύειν αὐτοῖς. Τὸν δὲ Ἀμφιάραον] ἰδόντα τὴν τῶν δώρων ὑποδοχὴν καὶ πολλὰ τὴν Ἐριφύλην
15αἰτιασάμενον, αὐτὸν μὲν ἐξορμῆσαι πρὸς τὴν στρατείαν, Ἀλκμαίωνι δὲ προστάξαι μὴ πρότερον μετὰ τῶν ἐπι‐ γόνων ἐπὶ Θήβας πορεύεσθαι πρὶν ἀποκτεῖναι τὴν μη‐ τέρα. Ταῦτα δὲ πάντα δρᾶσαι λέγεται τὸν Ἀλκμαίωνα, καὶ διὰ τὴν μητροκτονίαν μανῆναι. Τοὺς δὲ θεοὺς
20ἀπολῦσαι τῆς νόσου αὐτὸν διὰ τὸ ὁσίως ἐπαμύνοντα τῷ πατρὶ τὴν μητέρα κατακτεῖναι. Ἡ ἱστορία παρὰ Ἀσκλη‐ πιάδῃ.

24

Schol. Homer. Odyss. λ, 321: Θησεὺς ὁ Αἰγέως ἔχων παῖδα Ἱππόλυτον ἐξ Ἀμαζόνος Ἀντιόπης ἔγημε Φαίδραν τὴν Μίνωος θυγατέρα τοῦ τῶν Κρητῶν βασι‐ λέως. Εὐλαβούμενος δὲ μητρυιᾶς ἐπιβουλὴν πέμπει
5ἐξ Ἀθηνῶν τὸν υἱὸν Ἱππόλυτον Τροιζηνίων ἄρχειν. Ἦν γὰρ αὐτῷ διὰ τὴν Πιτθέως Αἴθραν μητρῴα τις ἀρχὴ δεῦρο. Φαίδρα δὲ ἐρωτικῶς διατεθεῖσα τοῦ Ἱππολύτου, σφοδρῶς ἐπ’ αὐτῷ τηκομένη τὸ μὲν πρῶτον ἱερὸν Ἀφρο‐ δίτης ἐν Ἀθήναις ἱδρύσατο τὸ νῦν Ἱππολύτειον καλού‐
10μενον. Εἰς Τροιζῆνα δὲ ὕστερον παραγενομένη διενοεῖτο πείθειν τὸν νεανίσκον ὅπως αὐτῇ μιγείη. Χαλεπῶς δ’ ἐκείνου προσδεξαμένου τὸν λόγον, λέγεται φοβηθεῖ‐ σαν αὐτὴν ἀντιστρέψαι τὴν αἰτίαν, καὶ πρὸς Θησέα διαβάλλειν ὡς Ἱππολύτου πείθοντος αὐτήν. Ὁ δὲ τριῶν
15ὥς φασιν αὐτῷ παρὰ τοῦ Ποσειδῶνος εὐχῶν εἶναι ὡμο‐ λόγησεν ὅ τι ἂν εὔξηται συντελέσειν, πιστεύσας τῇ Φαίδρᾳ μίαν τούτων ᾐτήσατο παρ’ αὐτοῦ τὸν τοῦ παι‐ δὸς ὄλεθρον. Ἐκεῖνον μὲν οὖν ὁμολογοῦσι τὸ ἅρμα γυ‐
20μνάζοντα, παραφανέντος ἐξαίφνης ἀπὸ τῆς θαλάσσης ταύρου καὶ ταραχθέντων τῶν ἵππων, ἑλκόμενον ἀποθα‐ τεῖν. Τὴν δὲ Φαίδραν φανερῶς γενομένης τῆς διαβολῆς ἀπάγξασθαι. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.

25a

Schol. Eurip. Hecub. 1273: [Κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέ‐ κμαρ] Περὶ τοῦ κυνὸς σήματος καὶ Ἀσκληπιάδης φη‐ σὶν, ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα.

25b

Tzetzes Lyc. 315: Σκύλακα τὴν Ἑκάβην λέγει (Lycophron), ὅτι κύων ἐγένετο, ὥς φησι μυθικῶς Εὐριπίδης: «Κύων γενήσῃ πύρς’ ἔχουσα δέρματα.» Καὶ Ἀσκληπιάδης περὶ τοῦ τόπου, οὗ ἀνῃ‐
5ρέθη· «Ὃ καὶ κυνὸς καλοῦσι δυσμόρου σῆμα.»305

26

Schol. Homer. Od. κ, 2: Τρεῖς γὰρ Αἰόλους φασὶ γεγενῆσθαι, πρῶτον τὸν τοῦ Ἕλληνος, δεύτερον τὸν ἐξ Ἱππότου καὶ Μελανίππης, τρίτον τὸν ἐκ Ποσειδῶνος καὶ Ἄρνης. Πρὸς τοῦτον δέ φησιν ὁ Ἀσκληπιάδης, τὸν
5ἐκ Ποσειδῶνος (ἐλθεῖν τὸν Ὀδυσσέα).

28

Probus ad Vergil Georg. II, 84: Quidam putant, ut Asclepiades ait, Bo‐ ream fuisse Celtarum regem, qui filiam Cyparis‐ sam amiserat et novum arboris huius genus primus
5in tumulo eius severit, ob eamque causam esse lu‐
ctuosam cupressum.306